Text view
Ὄφις πατούμενος καὶ Ζεύς.
| Title | Ὄφις πατούμενος καὶ Ζεύς. |
|---|---|
| Language code | grc |
Ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανε περὶ τούτου. Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· Ἀλλ' εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι. Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.