Text view
Τοξότης καὶ λέων.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων, τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζώων φυγή τε πάντων καὶ φόγου δρόμος πλήρης λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας αὑτῷ μάχεσθαι. "μεῖνον" εἶπε "μῆ σπεύσῃς" ἅνθρωπος αὐτῷ, "μήδ' ἐπελπίσης νίκη· τῷ δ' ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃ τί σοι ποιητόν ἐστιν." εἶτα τοξεύει μικρὸν διαστάς. χὠ μὲν οἰστος ἐκρύφθη λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας. τούτου δ' ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει. ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, "οὔ με πλανήσεις" φησίν, "οὐδ' ἐνεδρεύσεις· ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, πῶς αὐτὸς ἤδη φονερός ἐστι γινώσκω."