Text view
Ἀνὴρ δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι' ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι. Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφ' ἑνὸς δηχθῆναι τοῦτον. Ὁ δὲ ὑφ' ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων εἶπεν· Εἶτα οὐκ ἀνέχῃσὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων; Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας.