Text view

Ἄνθρωπος καὶ λέων συνοδεύοντες.

TitleἌνθρωπος καὶ λέων συνοδεύοντες.
Language codegrc

Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοι ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. Κακεῖνος εἶπεν ὑπομειδιάσας· Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος. Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.


Download XMLDownload textStory