Text view
Δειλὸς κυνηγὸς καὶ δρυτόμος.
| Author | Αἴσωπος |
|---|---|
| Language | Ancient Greek |
| Origin | Greece |
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχην λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. [Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.