Text view
Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὸ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωνιὸς ἀνέδυ --ἐστὶ δὲ οὗτος μικρὸς ἐχθύς καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν· Ἀλλ' ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ἑπ' ἀλλήλων διαφθαρῆναι j σοῦ διαλλακτοῦ τυχεῖν. Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.