Text view
Τέττιξ καὶ μύρμηκες
| Author | Βαβρίας |
|---|---|
| ATU | 280A |
| Language | Ancient Greek |
| Origin | Greece |
Χειμῶνος ὥρῃ σῖτον ἐκ μυχοῦ σύρων ἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει. τέττιξ δὲ τοῦτον ἱκέτευε λιμώττων δοῦναί τι καὐτῷ τῆς τροφῆς, ὅπως ζήσῃ. "τί οὖν ἐποίεις" φησί "τῷ θέρει τούτῳ;" "οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων." γελάσας δ' ὁ μύρμηξ τόν τε πυρὸν ἐγκλείων "χειμῶνος ὀρχοῦ" φησίν "εἰ θέρους ηὔλεις."