Text view
Κύων κωδωνοφορῶν
| Author | Βαβρίας |
|---|---|
| Language | Ancient Greek |
| Origin | Greece |
Λάθρῃ κύων ἔδακνε· τῷ δὲ χαλκεύσας ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας πρόδηλον εἶναι μακρόθεν πεποιήκει. ὁ κύων δὲ τὸν κώδωνα δι' ἀγορῆς σείων ἠλαζονεύετ'· ἀλλὰ δὴ κύων γραίη πρὸς αὐτὸν εἶπεν "ὦ τάλαν, τί σεμνύνῃ; οὐ κόσμον ἀρετῆς τοῦτον οὐδ' ἐπιεικείης, σαυτοῦ δ' ἔλεγχον τῆς πονηρίης κρούεις."