Text view
Κύων κρέας φέρουσα
Author | Βαβρίας |
---|---|
ATU | 34A |
Language | Ancient Greek |
Origin | Greece |
Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου, καὶ δὴ παρῄει ποταμόν· ἐν δὲ τῷ ῥείθρῳ πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω, τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δ' ἐφωρμήθη. ἀλλ' οὔτ' ἐκείνην εὗρεν οὔθ' ὃ βεβλήκει, πεινῶσα δ' ὀπίσω τὸν πόρον διεξῄει. [Βίος ἀβέβαιος παντὸς ἀνδρὸς ἀπλήστου ἐλπίσι ματαίαις πραγμάτων ἀναλοῦται.]