Text view
Ἰξευτὴς καὶ πέρδιξ
Author | Syntipas |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Ἀνήρ τις ἰξευτὴς κατέσχε τινὰ πέρδικα καὶ εὐθὺς αὐτὴν καταθῦσαι ἠθέλησεν. Ἡ δὲ πέρδιξ, τῆς ἰδίας ζωῆς ἀντεχομένη, πρὸς τὸν ἰξευτὴν συνέθετο ὡς: «Εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, πολλοὺς πέρδικας ἐκμειλιξαμένη προσαγάγω σοι». Ὁ δὲ ἰξευτής, τῷ ταύτης λόγῳ μᾶλλον μανείς, ταύτην αὐτίκα ἀνῄρηκεν. Οὗτος δηλοῖ ὡς ὁ ἑτέρῳ παγίδα ἱστῶν αὐτὸς ἐν αὐτῇ ὡς σκαιὸς ἐμπεσεῖται.