Text view
Αἰθίοψ
| Author | Syntipas |
|---|---|
| Language | Ancient Greek |
| Origin | Greece |
Ἀνήρ τις, ἑωρακὼς Αἰθίοπά τινα Ἰνδὸν λουόμενον ἔν τινι ποταμῷ, ἔφη πρὸς αὐτόν «μὴ συνταράσσῃς καὶ θολοποιῇς τὸ ὕδωρ οὐδέποτε γαρ λευκὸς γενήσῃ τῷ σώματι.» Οὗτος δηλοῖ ὡς οὐδὲν τῶν φυσικῶν πραγμάτων τοῖς φυσικοῖς μεταβάλλεται.