Text view
Θηρευτὴς καὶ ἱππεύς
| Author | Syntipas |
|---|---|
| Language | Ancient Greek |
| Origin | Greece |
Ἀνήρ τις θηρευτής, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας ἔχετο. καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρί, ἐζητεῖτο παρ᾿ αὐτοῦ τὸν λαγωὸν ἐν προσχήματι ἀπεμπολήσεως. λαβὼν οὖν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ὤχετο. ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων φθάσαι αὐτὸν δῆθεν ἐδόκει· τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν «ἄπελθε λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.» Οὗτος δηλοῖ ὡς πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρούμενοι προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δωρεῖσθαι.