Text view
Κάμηλος κεράτων ἐφιεμένη
Title | Κάμηλος κεράτων ἐφιεμένη |
---|---|
Language code | grc |
Κάμηλος κεράτων ἐφιεμένη ἐδέετο τοῦ Διὸς ἑαυτῇ ταῦτα προσγενέσθαι· ὁ δὲ Ζεύς, ὀργισθεὶς μᾶλλον ἐπὶ τῇ αὐτῆς ἀπληστίᾳ, καὶ τὰ ταύτης ὦτα ἠλάττωσεν. Οὗτος δηλοῖ ὡς οἱ τοῦ πλείονος ὀρεγόμενοι καὶ ὧν ἔχουσιν ἀποστεροῦνται.