Text view
Τέττιξ καὶ ἀνήρ
| Title | Τέττιξ καὶ ἀνήρ |
|---|---|
| Language code | grc |
Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, εφη πρὸς αὐτόν· «ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρ᾿ ὧν σοι καὶ ὀφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατάσχοις, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς.» Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι.