trans-8887
Ἀνὴρ ἔχιν ἀνελόμενος
Author | Syntipas |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Ὥρᾳ χειμῶνος ἔχις τις πλησίον ὁδοῦ κατέκειτο καὶ τῇ τοῦ ψύχους σφοδρότητι ἐκινδύνευε διαφθαρῆναι. ἀνὴρ δέ τις παρερχόμενος καὶ ταύτην ἰδὼν κατώκτειρε, καὶ ἄρας τῆς γῆς τῷ ἰδίῳ κόλπῳ ἐναπέθετο. ἡ δὲ ἔχις διαθερμανθεῖσα εὐθὺς καιρίῳ δήγματι τὸν ἄνδρα ἀπέκτεινεν. Οὗτος δηλοῖ ὡς ὁ φύσει κακός, κἂν ἀγαθόν τι παρὰ τινοσοῦν ἐπισπάσαιτο, τῷ εὐεργέτῃ μᾶλλον κακὰ ἀποδίδωσιν.